未分類

マルコ12章18節〜27節

ΚΑΤΑ ΜΑΡΚΟΝ 12
18Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶἐπηρώτων αὐτὸν λέγοντες· 19Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ ⸂μὴ ἀφῇ τέκνον⸃, ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴνγυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· 21καὶ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν ⸂μὴ καταλιπὼνσπέρμα, καὶ τρίτος ὡσαύτως· 22καὶοἱ ἑπτὰοὐκ ἀφῆκαν σπέρμα· ⸀ἔσχατον πάντωνκαὶ γυνὴ ἀπέθανεν⸃. 23ἐν τῇ ἀναστάσειὅταν ἀναστῶσιν⸃ τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24⸂ἔφη αὐτοῖς Ἰησοῦς⸃· Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; 25ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται, ἀλλ’ εἰσὶν ὡς ⸀ἄγγελοι ἐν τοῖς οὐρανοῖς· 26περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου ⸀πῶς εἶπεν αὐτῷ θεὸς λέγων· Ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; 27οὐκ ἔστινθεὸς νεκρῶν ⸀ἀλλὰ ζώντων· ⸀πολὺ πλανᾶσθε.

コメント

この記事へのコメントはありません。

TOP